El vuelo de Hermes

Proyecto de investigación

Ἐυσταθίου Παρεκβολαί

Ἐπιστολή

[201 M.]Πρὸς τὸν πανσέβαστον σὲβαστον δοῦκα κύριον Ἰωάννην τὸν μετὰ ταῦτα ἐπὶ τῶν δεήσεων, τὸν υἱὸν τοῦ πανσεβάστου σεβαστοῦ καὶ μεγάλου δρουγγαρίου, κῦρ Ἀνδρονίκου τοῦ Καματηροῦ, Εὑσταθίου διακόνου ἐπὶ τῶν δεήσεων καὶ μαΐστορος τῶν ῥητόρων τοῦ ῥητόρων τοῦ καὶ ὕστερον γεγονότος ἀρχιεπισκόπου Θεσσαλονίκης ἐπιστολὴ ἐπὶ ταῖς Διονυσίου τοῦ Περιηγητοῦ παρεκβολαῖς, μεθ' ἣν προοίμιον εἰς τὸ πρᾶγμα καὶ μετὰ τὸ προοίμιον αὗται αἱ παρεκβολαί:- 1

[Eustacio adeudaba la composición de una modesta obra a un discípulo, pero no puede entregarla con intereses como Píndaro]

Πινδάρῳ μὲν τῷ σοφῷ πρὸς λύραν εἰπεῖν, ᾠδῆς ὀφειλέτῃ γενομένῳ καὶ τὴν ὀφειλὴν ἐπὶ μακρὸν ἀναβαλλομένῳ, ἤρεσε γραφὴν λήθης ἐνστήσασθαι καθ’ [202 M.]ἑαυτοῦ, καὶ τοίνυν ὅτι τε γλυκὺ μέλος ὀφείλων ἐπιλέλαθεν, ἐκεῖνος λέγει, καὶ τὴν καρδίαν ἀναπτύσσειν ἐθέλει, ὡς ἂν ἔχῃ ἀναγνῶναι πῆ τῆς ἐκείνου φρενὸς ὁ ἄνθρωπος γέγραπται, ᾧ τὰ τῆς ὀφειλῆς ὑπερέθετο. Ἐμοὶ δέ, ὦ πανσέβαστε, κάλλιστε καὶ σοφώτατε, εἰ καὶ ὀφείλειν ἐπῆλθε τὸν ἐν ὑποσχέσει λόγον, καὶ εἰς ἱκανὸν ἀναβάλλεσθαι τὰ τοῦ ὀφειλήματος, ἀλλ’ οὔτι κατὰ πάθος λήθης· οὐχ οὕτως ἐγὼ κάρον πάσχω, οὐδ’ ἀπονυστάζω πρὸς ἅπερ ἔχειν ἐχρῆν πολὺ τὸ νηφάλιον. Ἢ τίνος ἂν ἐπιστραφείην ἔτι, τὴν σὴν ἐν οὐδενὶ θέμενος βούλησιν, ὃς ὅλην ἐκτέθεικάς μοι τὴν ψυχὴν, ὡς μηδὲν εἶναι ὅπερ ἂν ἐμοὶ βουλητὸν, ὃ μὴ καὶ σοὶ θελητόν; οὐ τοίνυν ἔπαθον λήθην ἐφ’ οἷσπερ κατένευσα, οὐδὲ τὸ τῆς Λητοῦς χρῆμα καὶ τοῦ καθ’ ἡμᾶς ἔσχεν Ἑρμοῦ τούτου κατακαυχήσασθαι, καὶ τὴν κατ’ αὐτοῦ μάχην κρατῆσαι, καὶ τρόπαιον στήσασθαι, πάθος δέ τι κατασκῆπτον ἕτερον ἔξω τῶν ὑπεσχημένων ἔρριπτέ με, καὶ τὴν κατάνευσιν ἀνεσκεύαζεν. Ἐλογιζόμην γὰρ ὡς ἐν μικρῷ κείσεταί σοι τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐμμερίμνως διατεθείης, ἐφ’ οἷς ὁ λόγος ἦν ἡμῖν. Ἐνενόουν τὴν σὴν ἐν λόγοις ἐπίδοσιν, ἐλογιζόμην τὸ μεγαλοφυὲς, τὰς τῆς καρδίας ἀναβάσεις εἰς νοῦν ἀνῆγον. Καὶ τοίνυν τὴν οὕτως ἐπὶ τὰ μείζω ἐπέκτασιν συννοούμενος οὐκ εἶχον ἐμαυτὸν πείθειν, ὡς ἄρα μέλον ἔτι σοι ἔσται τοῦ λαληθέντος· οὐδὲ σὲ τὸν ἐν λόγοις ἤδη μάλα πλουτεῖν [203 M.] ἀπαρξάμενον καὶ χρέως ἐνόμιζον τούτου [τοῦ] σμικροτάτου μεμνῆσθαι. Σὺ δὲ οὕτω λιχνεύεσθαι τὰ εἰς λόγους μεμάθηκας, ὡς μηδὲ τὰ βραχύτατα περιορᾶν κάτω που πίπτοντα, καὶ οὕτω σοι τοῦ τῆς σοφίας πλούτου ἔπεισι γλίχεσθαι, ὡς μηδὲ τὰ ἐν λόγοις οἷον ψήγματα παρατρέχειν, ὅσα μὴ πάνυ τιμᾶται πολλοῦ. Ἀμέλει καὶ ἡμῖν οὐ θέλεις ἀφιέναι, εἰ μὴ τὸ ὀφειλόμενον ἀποδώσομεν, οὐδὲ χρεωκοπίαν ἡμῖν ψηφίζῃ, ἀνελίξας δέ σου τὸ τῆς ψυχῆς λογοθέσιον, καὶ ἡμᾶς ἐγγράπτους ὀφειλέτας ἐφευρηκὼς βαρὺς ἐμπίπτεις, καὶ μικροῦ καὶ ἄγχεις, καὶ οὐκ ἀνήσειν φῂς, εἰ μὴ τὸ δέον ἀποτίσομεν, καίτοι βραχὺ ἐκεῖνο καὶ μικροῦ τινος τιμώμενον, καὶ ὅπερ ἂν ἀφεθὲν οὐ πάνυ τι τὸν μὴ λαβόντα λελύπηκε. Σὺ δέ που καὶ τόκου ζήτησιν ἡμῖν ἐπιγράφεις, καὶ οὕτω γίνῃ τοῦ πλείονος. Ἀλλὰ τοῦτο μὲν ὁ γλυκὺς ἐκεῖνος λυρικὸς εἶχε ποιεῖν, ὃς ἐν λόγοις παμπλούσιος ὢν, εἶτα δὴ καὶ ὀφειλέτης εἶναι μαθὼν, ἐπὶ τῷ ἀρχαίῳ καὶ τόκον ἡδέως προσκατετίθετο, καὶ τὸν ὀφειλόμενον λόγον ἀποδιδοὺς προσαπεδίδου καί τινα ἐπιθήκην, καὶ ταύτην τόκον ὠνόμαζεν. Ἡμῖν δὲ οὐ πάνυ ἐν εὐχερεῖ τὸ τοιοῦτον ἔσται, οὐ γὰρ κατ’ ἐκεῖνον ἡ τοῦ λόγου χρυσῖτις καὶ ἡμῖν τὰς φλέβας εἰς δαψίλειαν ὑπήνοιξε μεταλλείας ῥητορικῆς, ἀλλὰ πάνυ τι τὰ ἐς λόγους πενόμεθα. Ἀγαπητὸν οὖν, εἰ καὶ τὸ ἀρχαῖον τῆς ὀφειλῆς ἀποτῖσαι ἡμῖν ἐγγενήσεται. Τοίνυν ἔχεις ἰδοὺ, σοφωτάτη καὶ σεβασμία μοι κεφαλὴ, εἰ μὲν τό σοι ποθούμενον οὐχ ἔχω εἰπεῖν (ὅτι μηδὲ περιαυτολογεῖν δεῖ), τὸ χρέος δ’ οὖν, ὅπερ αὐτὸς μὲν ἤδη πολλάκις ἀπῄτησας, ἡμεῖς δὲ ἄρτι καταβαλλόμεθα. Καὶ οἶδα μὲν ὅτι πολλοῖς τισι τὸ πρᾶγμα, διὰ τὸ μὴ μεγαλεῖον εἶναί τι, οὐ πάντη δόξει εὐέντευκτον. Οὐκ ὀλίγοι γὰρ οἱ τὰ τοιαῦτα γαῦροι καὶ στρυφνοὶ καὶ μεγαλοπρεπεῖς, ἀλλ’ ἐμοὶ τὰ τῆς ψήφου ἑτέρως πίπτουσι. Κρίνω γὰρ εἶναι δέον ἕκαστον ἐπιταχθέντα πρᾶγμά τι καλῶς ἐκεῖνο διαχειρίζεσθαι, καὶ ὡς οὐκ ἂν ἔχοι ῥᾳδίως ψέγεσθαι, κἂν μέγα τι τυγχάνῃ, κἂν μικρὸν ᾖ· καὶ τὸν τυχόντα τοῦ τοιούτου καλοῦ καὶ τὸ ταχθὲν [204 M.] δεόντως ἐπιτελέσαντα, τοῦτον ἐγὼ τὸν ἄνδρα καὶ δεινὸν ἂν καὶ σπουδαῖον καὶ δεξιὸν καλέσαιμι, παίζων τε, ὅ φασι, καὶ σπουδάζων.

[El comentario de Eustacio a la Periégesis ha extraído del poema su sustancia más nutritiva, le ha añadido otros ingredientes y lo ha sazonado sin adulterarlo]

Οἶδας οὖν καὶ αὐτὸς ὅπως ἐπιτάξας ἔσχες τὰ κάλλιστα τῆς τοῦ Διονυσίου περιηγήσεως ἀπανθίσαι σοι, ὅσα συντελεῖν ἔχει πρός τε ἄλλην γνῶσιν, καὶ πρὸς ἀνάπτυξιν δέουσαν, καὶ πρὸς ῥητορείαν γραφῆς, καὶ πρὸς ἐμπειρίας συναγωγὴν, προσερανίσασθαι δὲ τοῖς ἐκείνου καὶ εἴτι που ἄλλο προσεπιτεθῆναι χρεὼν, διὰ τὸ τοῦ Διονυσίου πάνυ ἐπελευστικὸν καὶ ἐν στενῷ περιηγήσεως κείμενον. Τοῦτο δὴ καὶ πεποιήκαμεν κατὰ τό σοι θυμῆρες, πᾶν μὲν ὅσον οὐκ αὐτόθεν χρηστὸν προχειρίζεσθαι ἀφέντες παρὰ τῷ τοῦ Διονυσίου βιβλίῳ κεῖσθαι ἀργὸν καὶ ἀπόθετον, ἅπαν δὲ οἷον ἀγαθὸν εἰς χρῆσιν εἶναι τοῖς καταλογάδην ἐπιβάλλουσι τῇ γραφῇ ἢ καὶ ἄλλως τοῖς τοῦ Διονυσίου ζηλωταῖς, ἀνακινήσαντες καὶ φιλοκάλως ἐπιλεξάμενοι· καὶ οὕτω σοφίας ἐκεῖθέν σοι κρατῆρα κερασάμενοι, κατηρτισμένον οἴνῳ γυμνῷ στεμφύλων τε καλύμματος καὶ γιγάρτων τραχύτητος. Ἤδη δὲ καὶ μυελὸν ὥσπερ σοφιστικόν σοι τοῦτον παρατιθέαμεν, ὀστῶδες ἅπαν ποιητικῆς σκληρότητος ὀστρακίσαντες, ὡς ἂν τοῦτόν γε τὸν τρόπον τῷ ποιητικῷ ἐνάμιλλοι φαινοίμεθα Χείρωνι, ὃς μυελοῖς ἐξέτρεφε τὸν τῆς Θέτιδος· μᾶλλον μὲν οὖν καὶ πολλῷ βέλτιον ἐκείνου πράττοιμεν ἂν, οὔτε θηρίων ἀναλεγόμενοι μυελοὺς καὶ οὐδὲ Ἀχιλλεῖ παρατιθέντες αὐτοὺς, μειρακίῳ Θετταλῷ, πολλῷ τὴν ὠκύτητα τῶν ποδῶν, ὃ δὴ κἂν ὁ τυχὼν καὶ πολὺς ἔχοι ἄνθρωπος, ἀνδρὶ δὲ τὰ πάντα καλῷ καὶ ὡς ὄντως ὀλβίῳ, βασιλικῷ τὴν τοῦ γένους φύην, μεγαλοφυεῖ τὴν ψυχὴν, σοφῷ τὴν τέχνην, λογίῳ τὴν ἐπιτήδευσιν, λαμπρῷ τὴν σωματικὴν ἀναδρομὴν, καὶ ἰδεῖν μὲν Χαρίτων ἀγάλματι, τὰ δ’ ἐντὸς ὁποῖον ἄν τις τὸν ἀληθῆ καταγράψειεν ἄνθρωπον.

Τοῦτο τοίνυν οὕτω ποιοῦντες, καθάπερ ἐστὶ βουλομένῳ σοι, πᾶν εἴ τι νόστιμον τῆς τοῦ Διονυσίου ποιήσεως, εἰς φιλοτήσιον βρῶμα συσκευάζομεν, προσεπιτιθέαμεν δέ τι καὶ ἥδυσμα ἑτέρωθεν διακονησάμενοι, [205 M. ] καὶ εἰς ὅσον ἦν δέον ἐπιλεξάμενοι πρός τε συμμετρίαν καὶ ὡς ἦν εὔκαιρον. Καὶ οὕτω τὴν βρῶσιν ταύτην ἐπιπλέον ἀγλαΐζομεν, ἀρτύοντες καὶ ταῖς πολλαχόθεν καρυκείαις ἐπικοσμοῦντες, ὡς ἂν μὴ πάντη γλίσχρον ἡμῖν εἴη τὸ τῆς δεξιώσεως, οὐδὲν προστιθέντες ἀπηρτημένον, καὶ οἷον μὴ τῆς τοῦ Διονυσίου περιηγήσεως ἔχεσθαι· ἦ γὰρ ἂν ἦν τὸ πρᾶγμα περίεργον καὶ φιλοτιμία κενὴ καὶ φαύλη δοξοσοφία καὶ μακρᾶς τινος γεωγραφίας ὑπόκρισίς τε καὶ νόθευσις· αὐτοῖς δὲ τοῖς τοῦ Διονυσίου ἐμμένοντες, καὶ τὰ μὲν ὡς ἐν παραφράσεως λόγῳ μεταποιοῦντες, καὶ οὕτως ἀναπτύσσοντες, τὰ δὲ καὶ αὐτοῖς ἔπεσιν ἐξαγγέλλοντες, εἴ που δέ τι καὶ προσεπιτεθεῖσθαι χρὴ, ἐπιτιθέντες καὶ αὐτὸ, καὶ οὕτω τὸ λεπτὸν τῆς ἱστορίας ὡς οἷον εἰπεῖν συμμέτρως παχύνοντες καὶ τὸ μικρὸν ὑποκείμενον ἠρέμα μεγεθύνοντες.

Οὔκουν περιφρονητέον πάντη τὸ καταπραχθὲν, εἴπερ ἐντελῶς τὸ ἐπιταχθὲν πεπεράτωται. Διά τοι τοῦτο θαρρεῖν ἔπεισί μοι, ὡς οὐκ ἂν ἀποφώλιον τῷ πανσεβάστῳ σου ὕψει τουτὶ τὸ πρᾶγμα πεσεῖται, ὅτι τε κατὰ τὸ ποθούμενόν σοι τετέλεσται, καὶ ὅτι ὁ τὸν Διονύσιον φιλῶν ἔχοι ἂν ὁμοίως καὶ περὶ αὐτὸ διατίθεσθαι.

[¿Qué aporta el comentario a la Periégesis?]

Καλὸς μὲν γὰρ ὁ Διονύσιος καὶ γλυκὺς ᾄδειν, καὶ φράζειν γοργὸς, καὶ παντοῖος τὴν ἱστορίαν, καὶ πολλῶν ἀνθρώπων ἰδὼν ἄστεα, καὶ νόον γνοὺς ὀφθαλμῷ καὶ διδασκαλίᾳ Μουσῶν. Οὗτος δὲ ὁ καθ’ ἡμᾶς ὑπομνηματισμὸς τῷ τοιούτῳ Διονυσίῳ συμπράττει πρὸς ἅπερ ἀκροατὴς φιλολόγος ἀκούειν γλίχεται. Εἴτε γὰρ τελεωτέροις ὁ Διονύσιος ὁμιληταῖς ἐπιτροχάδην ἐλάλησέ ποτε, πρὸς ἀνάμνησιν ὁ λόγος οὗτος ἐπεξεργάζεται πλατύνων τὰ καίρια, διὰ τὴν ἄρτι τῶν εἰσαγομένων ἁπλότητα· εἴτε καὶ ἄλλως ἐκεῖνος πρὸς εἰσαγομένους λέγει· ἀλλὰ τὸ παρὸν ὑπόμνημα διὰ τοὺς φιλακροάμονας πλείω λαλεῖ· καὶ οὐκ ἀναπληροῖ μὲν ὡς ἀτελῆ εἰπόντα τὸν Διονύσιον, οἷς δὲ ἐκεῖνος ἐχρήσατο, πλατυκώτερον ἐπεξέρχεται, ὡς πρέπει λόγῳ πεζῷ, καὶ ὡς οἷον εἰπεῖν ἐκμυζῶν τῆς ἐκείνου ἱστορίας ἅπαν εἴ τι νόστιμον προσεπιλιπαίνει ἄλλως αὐτὴν, καὶ τὸ λεχθὲν ἰσχνῶς ἐξάγει περιττότερον, καὶ τὸ τοῦ ἀκροατοῦ λίχνον ἐκθεραπεύει, καὶ τὸ πολὺ δὲ τοῦ πόνου παραιρεῖται, ὡς ἂν ἅπερ ἑτέρωθέν ποθεν ἔμελλεν ἀναλέγεσθαι ὁ ἀκροώμενος ἀπονητὶ ἐντεῦθεν ἔχοι κτᾶσθαι κατά τινα ὑπομνηματισμόν, ὅσα γε ἥκει πρὸς τὸ μέτριον, ἤδη δέ που καὶ εἰς τὸ [206 M.] ἀναγκαῖον τοῦ πράγματος. Διονυσίῳ μὲν γὰρ ἐμέλησεν ὁλικῆς τινος περιηγήσεως γῆς καὶ ἐθνῶν ἐπελεύσεως· πόθεν δὲ ἢ τοῖς τόποις αἱ κλήσεις ἢ τοῖς ἔθνεσιν, ἢ τίνα τὰ ἐπ’ αὐτοῖς συμπτώματα, οὐ πάνυ τι ἑκασταχοῦ ἐκεῖνος ἐν λόγῳ θέσθαι ἠθέλησεν· ἡμῖν δὲ εἰς ὅσον ἐπιβάλλει συγγενῶς τοῖς τοῦ Διονυσίου τὸ τοιοῦτον φυλαχθήσεται. Καὶ τοῦτο πραγματευόμενοι οὐ διορθούμεθα τὸν Περιηγητὴν, οὔτε τι τῶν δῆθεν οὐ δεόντως ἐλλειφθέντων ἀναπληροῦμεν, ὡς καὶ ἀνόπιν ἔφαμεν, ἀλλὰ τὴν τῆς μετρικῆς ἐπελεύσεως ἀνάγκην παραμυθούμεθα διὰ τὸ λίχνον τῆς ἀκροάσεως. Ἦ γάρ τις ἂν φιλομαθεῖν εἰδὼς, εἶτα δὴ ἀκούσας τοῦ Διονυσίου γῆς Βοιωτῶν καὶ Λοκρῶν καὶ Θεσσαλῶν καὶ Μακεδόνων ἐν δυσὶν ἔπεσι μνησαμένου πρὸς μόνον ὄνομα, καὶ μηδέν τι πλέον ἐξιστορήσαντος περὶ αὐτῶν, οὐκ ἂν εἰς δέον λιχνεύσεται πλατύτερον μαθεῖν τι περὶ αὐτῶν; ποθήσει δ’ ἂν ὁ φιλοπευθής, οἶμαι, καί τι περὶ Μυσῶν ἀκοῦσαι, ὡς δ’ αὔτως καὶ περὶ Βεβρύκων. Οὒκ ἀναπαύσει δ’ αὐτὸν οὐδὲ τὸ τῆς Λιβύης, οὐδὲ μὴν τὸ τῆς Ἀσίας, οὔτ’ οὖν Εὐρώπης ὄνομα ψιλόν, εἰ μή τι καὶ περὶ τούτων αἰτιολογούμενον γνώσεται. Τὸ δ’ ὅμοιον καὶ ἐπὶ ἄλλων ζητήσει χωρῶν, καὶ μέντοι καὶ περὶ πόλεων. Τοῦτον δὴ τὸν πόθον τοῦ ἀκροατοῦ ἀναπιμπλάντες ἡμεῖς, βραχύ τι περὶ ἑκάστου ὅπη δέον εἰπόντες ἀπαλλαγησόμεθα, οὐχ ὅσον εἰς φιλοτιμίαν, ἀλλ’ εἰς τὸ καίριον. Καὶ Διονύσιος μὲν δρακὶ τῆς ὅλης ὥσπερ ἐπιλαμβάνεται γῆς, ὡς ἐντεῦθεν αὐτὴν στενοῦσθαι, καὶ μηδὲ ἀμφιλαφῶς τὰ πολλὰ ἔχειν· τὸ δὲ γράμμα τοῦτο εὐρυτέραν αὐτὴν ὑπανοίγει, καὶ οἵαν ἀμφοτέραις ἔχειν τινὰ λαβέσθαι αὐτῆς, καὶ διὰ τοῦτο ἔχει τάχα πλέον τι γλαφυρότητος. Καὶ ἔστιν οὕτω διπλοῦν οἷον ἡμῖν τὸ καλόν. Πᾶν τε γὰρ ἡμῖν ἐντεῦθεν ἠράνισται, εἴτι τῶν τοῦ Διονυσίου κάλλιστον καὶ ὁπωσοῦν ἀγαθὸν εἰς χρῆσιν εἴτε καὶ γνῶσιν· προσεπεξείργασται δὲ μετρίως καὶ εἴ τι τούτοις ἑτέρωθέν ποθεν σύμφωνον ἢ κατὰ συγγένειαν σύντροφον. Εἰ τοίνυν τὰ τοῦ ὑπομνήματος τούτου συμπράττει τῷ Διονυσίῳ, εἰκότως ἂν ἔχοι καὶ τὸ τῆς εὐνοίας κοινόν. Οὕτω γὰρ σοφὸς μὲν Ὅμηρος, ἀγαθὸς δὲ καὶ ὁ τὰ εἰς ἐκεῖνον λαλῶν· καὶ ἀμφοῖν κοινὸν [207 M.] τὸ τοῦ κέρδους ἢ τοῦ τέλους καλόν. Τὸ δὲ ὅμοιον καὶ ἐπὶ τοῦ Διονυσίου καὶ τῶν ἄλλων σοφῶν. Εἴη ἂν οὖν ἡμῖν τὸ δῶρον, ᾧ δεξιούμεθα τὴν σὴν ἀξιοσέβαστον κορυφὴν, Διονύσιος οὐκέτι ποιητὴς, ἀλλὰ λύσας τὸ μέτρον, καί σοι καταλογάδην τὰ πλείω λαλῶν, οὐ στενολεσχῶν, ἀλλὰ πλατύτερον ἑαυτὸν ἐκτιθεὶς καὶ ἀνακαλύπτων, οἷός ἐστι καὶ ἐκ μετρικῆς συνθήκης εἰς πεζολογίαν ἀναλυόμενος τὰ πολλὰ, οὐ μόνον ᾄδων, ἀλλὰ καὶ λέγων, ὅπου τὰ τῆς ᾠδῆς ἡμῖν οὐκ ἔχει καιρὸν, καὶ οὕτως ἀντὶ ἁπλοῦ γινόμενος οἷον δίγλωσσος, οὐ πάντη μετέωρος, οὐδ’ ἐκ μετρικοῦ τὰ πάντα λαλῶν ὀχήματος, ἀλλ’ ἔστιν ὅπη καὶ βάδην τῷ λόγῳ προϊὼν, οὐδ’ ἀπὸ σκηνῆς μετρικῆς τὸ σύμπαν φθεγγόμενος, ἀλλὰ πολλὰ καὶ προσωπείου δίχα ποιητικοῦ ὁμιλῶν, οὐκ «εἰς τὸ πᾶν ἑρμηνέων χατίζων», εἴποι ἂν ἡ Θηβαία λύρα, ἔχων δὲ ἤδη αὐτόθεν ἐν τοῖς καιρίοις τὸ σαφὲς, ὑποβολέως ἀνενδεές· καί σοι ὡς ἐξ ἀγαθοῦ λειμῶνος ἄνθη κομίζεται ταῦτα καλὰ, ἢ καὶ ὡς ἐκ φυταλιᾶς ποικίλης τε καὶ καλῆς καρπὸς ἤδη τρόφιμος εὐγενής. Καὶ τοῖς μὲν ἄλλοις ὡς ἐπί τινος μεταλλείας τὴν παρ’ ἑαυτῷ χρυσῖτιν χύδην ὁ Διονύσιος παραβάλλεται εἰς κατεργασίαν ἐπίπονον, σοὶ δὲ αὐτὸν χορηγεῖ τὸν χρυσὸν ἀκίβδηλον, καὶ χοὸς μὲν μηδὲν ἐπισυρόμενον, ἐπικεκοσμημένον δὲ ἄλλως καὶ περιττότερον ἔχοντα. Ὁ γοῦν φιλῶν τὰ Διονυσίου φιλοίη ἂν καὶ τὸ παρὸν ὑπόμνημα καὶ τὴν τῶν ἐν αὐτῷ ἀπομνημονευμάτων σωρείαν, καὶ εἰς κεστὸν ἂν ἐγγράφοιτο αὐτό, καί τι καλὸν λογίζοιτο πολυσύνθετον. Εἴπερ οὖν καὶ σὺ φιλεῖς μὲν τὸν Διονύσιον, οὐκ ἀποστέργεις δὲ οὐδὲ τὴν ἡμετέραν λαλιάν, ἀμφοτέρως ἂν εἴη σοι τὸ δῶρον φιλητόν, διά τε τὸν Διονύσιον, διά τε τὸν Εὐστάθιον, ἤδη δὲ καὶ ὅτι τὸ ἐπιταχθὲν πεποίηται.

[¿Cabe el mundo en una uña? El cielo y la tierra]

Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἐν ἔργῳ. Πρὸ δέ γε τοῦ ἔργου ὀλίγα σοι προθετέον τινὰ, δι’ ὧν τήν τε τοῦ Διονυσίου διάθεσιν παραδείξομέν σοι, καὶ τὸ τῆς περιηγήσεως πρᾶγμα σεμνυνοῦμεν καὶ γνώριμον σαφηνιοῦμεν, καὶ τί μὲν αὐτὴ δύναται παραστησόμεθα, τίς δὲ ἡ τῆς γεωγραφίας πρόθεσις, τίς δὲ αὖ ἡ τῆς [208 M.] χωρογραφίας βούλησις, καὶ εἴ τι δὲ ἄλλο πρὸ τοῦ ἔργου καίριον. Σοφίσαιτο δ’ ἄν τις τὰ σεμνὰ τῆς περιηγήσεως ὡς ἐν λόγῳ βραχεῖ ῥητορικώτερον ὄνυχι τὴν ὑπ’ οὐρανὸν ἐμπεριγράφειν, τοῖς μὲν ἐν παροιμίαις λαλήσασιν ὡς ἀδύνατον καταπραχθῆναι πέπαικται, τοῖς δέ γε σοφιστευσαμένοις τὴν περιήγησιν εἰς πρᾶγμα τετόλμηται, καὶ ὡς οὐκ ἀδύνατον ἀπελήλεγκται, βιασαμένοις τὴν παροιμίαν, καὶ τεχνασαμένοις τῷ ἀδυνάτῳ δύναμιν. Ἦ γὰρ οὕτω μικροῦ πεποιήκασιν, ὅσοι τὴν τῆς οἰκουμένης πινακογραφίαν μεμελετήκασιν, ὀνυχιαίῳ που τάχα τινὶ διαστήματι τὴν ἀπείρονα περικλείσαντες, καὶ τὸ τοῦ κατὰ γῆν πληρώματος ἀπερίληπτον ἐπιπέδῳ βραχυτάτῳ καὶ οὕτω μικροδιαστάτῳ ἐμπεριγράψαντες. Οὗ δὴ τολμήματος κατάρξαι μὲν ἱστόρηται Ἀναξίμανδρος μαθητευσάμενος Θάλητι, Ἑκαταῖος δὲ μετ’ αὐτὸν τῇ αὐτῇ τόλμῃ ἐπιβαλεῖν, μετὰ δὲ Δημόκριτος, καὶ τέταρτος Εὔδοξος. Εἰ δὲ «Καρχηδόνα ὑπὸ βοῒ μετρηθεῖσαν» διὰ θαύματος ὁ Διονύσιος ἄγει, ὡς καινόν τι δήπουθεν ὂν, εἰ πόλεως τηλικαύτης διάστημα καταμετρηθείη περιγραφὲν ὑπὸ βύρσης τμήματι, τὸ τὴν ἀμέτρητον οἰκουμένην τομαρίῳ βραχυτάτῳ στενοχωρεῖν ἡλίκου ἂν ἔσω πίπτοι θαύματος; οὕτως ἐν δέοντι τολμηρὸν ἡ φιλοσοφία, οὕτω μικροῖς ἐμφαντάζει τὰ μέγιστα, ἥτις οὐ τῆς γῆς μόνον τὴν συναλοιφὴν κατανεανιεύεται ταύτην εἴτε συναίρεσιν εἰς βραχὺ κομιδῆ συμπιέσασθαι, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν συναγαγοῦσα κατασμικρύνει, καὶ ὡς οἷον εἰπεῖν κέγχρῳ παραβύει τὸν τηλικοῦτον. Ἄλλη τις αὕτη παροιμία κατὰ τὴν ἄνω τεθεῖσαν, ἀδυναμίαν ἐμφαίνουσα πράγματος, προαχθεῖσα δ’ ὅμως εἰς δύναμιν καὶ αὐτὴ τεχνικῶς. Καὶ τῷ ὄντι τοιοῦτόν τι ποιοῦσιν, οἳ τὸν τοσοῦτον οὐρανὸν, τὴν ἀπλανῆ σφαῖραν, τὴν ἔσω τὰ πάντα σφίγγουσαν, εἰς σμικρὸν σφαιρικὸν ὄγκον καὶ, ὡς ἂν εἴποι τις, κεγχριαῖον συστρέφουσι, καὶ εἰς δίσκου στροφὴν γογγυλίσαντες καὶ συστείλαντες τοῖς βουλομένοις ἀνὰ χεῖρα τιθέασι· καὶ ὅπερ ὁ μῦθος τὰς Θετταλὰς γυναῖκάς φησι μαγγανεύειν, ἐπιβουλευούσας τῇ σελήνῃ καὶ ἄνωθεν κατασπώσας εἰς γῆν, ταὐτὸ κατεπιχειροῦσιν αὐτοὶ, οὐχ ἑνὸς ἢ δευτέρου τῶν ἄνω πλανήτων, ἀλλ’ αὐτοῦ ὅλου τοῦ κατ’ οὐρανὸν ἀπειρίτου σφαιρώματος; αὐτοῖς ἄστροις, αὐταῖς ζώναις καὶ πᾶσι τοῖς οὐρανίοις κύκλοις καὶ τμήμασιν ἡμῖν ἐκεῖνον καθέλκοντες. Καὶ Ζεὺς μὲν ὁ παρ’ Ὁμήρῳ, τοῖς περὶ Ὄλυμπον θώκοις ἐμπρέπων αἰθέριος αὐτῇ γαίῃ, αὐτῇ τε θαλάσσῃ τὰ κάτω μεταστοιχειῶσαι βρενθύεται, αὐτὸς δὲ μὴ ἂν ἑλκυσθῆναι κάτω ἀλαζονεύεται· ὁ μέντοι φιλόσοφος βριαρώτερον ἀντιπαλαμᾶται, καὶ τὸ τοῦ Διὸς ἐλέγχει σεμνὸν, καὶ αὐτῷ οὐρανῷ καθελκύσας ἐκεῖνον οὐχ ὑποταρτάριον τὸν αἰθέριον τίθησιν, ὡς ἐκεῖνος τὸν πατέρα, Κρόνον, τὸν αἰθέριον τίθησιν, ὡς ἐκεῖνος τὸν πατέρα, Κρόνον, κάτω βαλὼν, ἀλλ’ ἐπὶ χεῖρα τίθησι τοῖς ἀστροθεάμοσι καὶ ἄλλως τὰ τοιαῦτα σοφοῖς, καὶ τὸν Οὐρανὸν τοῦτον τεχνασάμενος ὡς εἰπεῖν ὑπουράνιον, ἐν αὐτῷ οἷά τινι κατόπτρῳ φαντάζει τοῖς βουλομένοις τὰ τῶν ἀνωτάτω κινήσεων, καὶ ἐπὶ μὴ ἐξὸν ἐκ τῶν κάτω ἄνω πτερύσσεσθαι τὸν φιλοσοφεῖν τὰ οὐράνια θέλοντα, βιάζεταί πως τέχνῃ τὸν οὐρανὸν, καὶ κατασπάσας καὶ ταπεινώσας οὕτω περαίνει τὰ τῆς προθέσεως, ἢ καὶ ἄλλως μὴ ἔχων ἐν οὐρανῷ θέσθαι «τὸν ἄνθρωπον, οὐράνιον μὲν φυτὸν ὄντα» τε καὶ λεγόμενον, περὶ γῆν δὲ ὅμως εἱλούμενον, κατάγει τὸν οὐρανὸν καὶ περίγειον τίθησιν, ὡς ἂν ὁ περὶ γῆν ἐκεῖνος οὕτω τὰ οὐράνια ἔχοι καλλιτεχνεῖν. Καὶ γίνεταί τις κἀνταῦθα οἷον κάθοδος Οὐρανοῦ πρὸς τοὺς κάτω προσφυέστερον ἤπερ ὁ τοῦ Ἡσιόδου μῦθος αὐτὸν κατάγει πρὸς φιλότητα Γῆς, ναὶ μὴν καὶ σεμνότερον, τά τε ἄλλα καὶ ὅτι ἐκεῖνον μὲν «νύκτα ἐπάγειν» Ἡσίοδος λέγει, ἐπειδὰν κατέλθῃ, ὁ δὲ οὐρανὸς οὗτος, ὃν ἡ τῆς μαθήσεως θεωρία πρὸς τῇ γῇ ποιεῖ, οὐ σκότος ἐπάγειν οἶδεν, ἀλλὰ γνῶσιν τεχνικὴν φωσφορεῖ. Οὐδ’ ἂν εἴποι τις ἐνταῦθα, [210 M.] «ὀρώρει δ’ οὐρανόθεν νύξ», τὸ Ὁμηρικὸν, ἀλλ’ ἐκεῖνο καὶ μάλιστα, «ὡς ἄρα οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ·» λαμπρὸν γὰρ ἐντεῦθεν ἀπαιθριάζει μαθήσεως φῶς. Οὐρανὸν μὲν οὖν τοιόνδε Ἄρατος ἂν ἔχοι περιφέρειν, καὶ ὅσοι κατ’ ἐκεῖνον ποιητικῶς ἢ καὶ ἄλλως καταλογάδην τοὺς τοιούτους κυλίουσιν οὐρανοὺς, Μοῦσαί τινες οἷον κατὰ τὰς ᾀδομένας προσκαθήμενοι, καὶ πρὸς ἐναρμόνιον ῥυθμίζοντες κίνησιν.

[El vuelo de Dionisio Periegeta]

Διονύσιος δὲ ὁ νῦν ἡμῖν ὁμιλῶν τὰ περὶ τὴν γῆν κατεργάζεται, καὶ περὶ ταύτην ὡς μέτρῳ πρέπον ἔχει πονούμενος, πτερῷ λόγου κοῦφος αἰρόμενος, καὶ τάχιον σύμπασαν τὴν οἰκουμένην περιιὼν, ἤπερ οἱ θρυλούμενοι ἀετοὶ, δι’ ὧν ὁ τοῦ μύθου Ζεὺς τὴν ὑφ’ ἥλιον κατεμέτρησε, καὶ τὸν ἀκροατὴν ἑαυτῷ συμμετάγων, καὶ ποιῶν συμπτερύσσεσθαι, Δαίδαλος οἷα συμπεριπτάμενον Ἴκαρον· πλὴν ὅσον ἐνταῦθα τὰ τῆς πτήσεως ἀσφαλῆ, καὶ πάντη πάντως ἀμφοῖν ἀκίνδυνα, καὶ ἡλίῳ ἀνεπιβούλευτα. Μήτι δὲ ἄρα καὶ ἡ τοῦ χθονίου Ἑρμοῦ πορεία, καὶ ἡ χρυσῆ ῥάβδος, ἣν καθ’ Ὅμηρον ἔχων ἐκεῖνος πτεροῖς περιικνεῖται τήν τε τραφερὰν ἔχων ἐκεῖνος πτεροῖς περιικνεῖται τήν τε τραφερὰν τήν τε ὑγρὰν, ἡ τῆς περιηγήσεως αὕτη ἐστὶν ὁδός τε καὶ μέθοδος, καὶ ἡ ἀνὰ χεῖρα τῷ τεχνίτῃ γραφὶς, ἡ διατυποῦσα τὸν περίγειον πίνακα; ὑφ’ ὧν ὁ μανθάνων ποδηγεῖται ὥσπερ καὶ χειραγωγεῖται, καὶ πᾶσαν ἀμογητὶ τὴν οἰκουμένην, ὡς τάχος πτεροῦ, περιοδεύσας, πρόεισι τῷ νῷ ταύτην περιδραμὼν καὶ λόγῳ χειραγωγοῦντι καταμαθών. Καὶ οὕτω μὲν ἐνταῦθα τὸν χθόνιον ἄν τις Ἑρμῆν φαντάσηται. Ὅτε μέντοι τῶν κάτω ἀπαναστὰς ὁ περιηγούμενος τὸν οὐρανὸν περιοδεύει, καὶ γραμμὰς ἄγει, καὶ πόλους στρέφει, καὶ ἀστέρας μετρεῖ, μονονουχὶ ψαύων τῶν ἄνω χειρὶ, καὶ δακτύλῳ καθυποδεικνὺς τὰ ἐκεῖ, καὶ οὕτω γῆς μὲν ὑπερανιπτάμενος, τὰ δὲ οὐράνια περιηγούμενος, τότε δὴ οὐ χθόνιος οὗτος Ἑρμῆς, ἀλλὰ κατὰ τὸν ποιητὴν εἰπεῖν τὴν αὐτὴν ἐν χερσὶ ῥάβδον ἔχων «πέτεται κρατὺς Ἀργειφόντης, χρυσόρραπις.» Καί τις ἂν εἴποι διὰ ταῦτα κομψότερον τὴν τῆς περιηγητικῆς μεθόδου δύναμιν, οἰκειότερον ἤπερ ἐπὶ τῆς καθ’ Ὅμηρον Ἔριδος, τὰ μὲν πρῶτα ὀλίγην κορύσσεσθαι, περιαθροῦσαν [211 M.] πάντως τὰ κάτω που καὶ περὶ γῆν, «αὐτὰρ ἔπειτα ἐπὶ χθονὶ βαίνουσαν οὐρανῷ κάρη στηρίζειν», ὁπηνίκα τὰ κατ’ οὐρανὸν ἐπιβάλλει θεωρεῖν ὁ περιηγούμενος.

Καὶ οὕτω μὲν ἂν ὡς ἐν ἐπιτόμῳ σεμνολογήσειέ τις τὸ τῆς περιηγήσεως ἀγαθὸν, δίχα γε τῶν μετ’ ὀλίγα ῥηθησομένων· ἃ δὲ καὶ εἰσέτι χρὴ τῷ λόγῳ προλαβεῖν ταῦτά εἰσιν, ὅτι οὐρανοβάμονος μὲν Ἑρμοῦ Ἄρατος ἐντελὴς ὑποφήτης ὡς ἐν μέτρῳ τοῖς εἰσαγομένοις ἐμπεριλέλειπται, καλλιγραφῶν τὰ ἐν οὐρανῷ φαινόμενα· τοῦ δὲ περὶ γῆν ταχὺ τὸ πτερὸν λύοντος Ἑρμοῦ ὑποδρηστὴρ πρός γε τὸ παρὸν Διονύσιος, ὃν ὁ νοῦς τῶν Μουσῶν ἄγων, ὡς αὐτὸς κομπάσει προϊὼν, πᾶσαν τὴν γῆν ποιεῖ περιπολεῖν ἀπλανῶς.

[Distintos tipos de geografía en la Antigüedad: geografía, corografía, periégesis, periodos gês]

Εἴληχε δὲ τὴν περιηγητοῦ κλῆσιν, παρὰ τὸ περιηγεῖσθαι, ὅπερ τὴν κατὰ λεπτὸν δηλοῦν ἀφήγησιν βούλεται· καθὸ καὶ τῶν τινες ῥητόρων ὁ μὲν, «περιήγησαί μοι», φησὶ, τὰ ἐν ᾅδου, ὃ ἔστιν, ἔκθου πρὸς λεπτὸν ἀφηγούμενος· ὁ δὲ «περιήγησιν ὕβρεως» τὴν ὁμοίαν λέγει ἀφήγησιν. Τὸ δὲ περιηγεῖσθαι καὶ περιοδεύειν λέγεται, ὡς ὅτε τις περιοδεῦσαι λέγει τὴν Πελοπόννησον, τὸ δ’ αὐτὸ ἔστιν εἰπεῖν καὶ καταγράφεσθαι καὶ σον, τὸ δ’ αὐτὸ ἔστιν εἰπεῖν καὶ καταγράφεσθαι καὶ μετρεῖσθαι. Οὕτω γάρ που αὐτὸς ὁ Διονύσιος θάλασσάν τινα ἐρεῖ καταγράψασθαι καὶ ἀναμετρήσασθαι. Δεῖ δὲ εἰδέναι καὶ ὅτι πολλὰ τῶν παλαιῶν περὶ τὴν ἀληθῆ γεωγραφίαν καὶ χωρογραφίαν ἐσπουδακότων, ἣν μάλιστα τῶν ἄλλων Ἀλέξανδρος ἐκ τῆς τῶν ἐμπειροτάτων, ὡς λέγεται, γραφῆς ἠκριβώσατο, δοθείσης αὐτῷ ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος, πάντοθεν ὁ Διονύσιος τὸ καλὸν ἠρανίσατο, καὶ τὰ μακρὰ τῶν ἄλλων αὐτὸς ἐπιτεμὼν συντομωτάτην ταύτην καὶ ἀκριβεστάτην γεωγραφίαν ἐξέθετο εἰς ἐγχειρίδιον τοῖς βουλομένοις εὐσύνοπτον, οὐδέν τι τῶν τοῖς γεωγράφοις ὀφειλομένων καταλιπών. Ἱστορίαις τε γὰρ παραρτύει τὸ ποίημα, φράζει δέ που καὶ τόπων ἢ ἐθνῶν ἰδιότητας, χειραγωγεῖ δὲ καὶ τῷ τῆς ἱστορίας ἀληθεῖ, ὅπερ ἐστὶ γεωγραφίας ἀρετὴ, παρενσπείρει δέ που καί τινα μαθηματικώτερον· καὶ ὅλως οὐδέν τι τῶν γεωγραφικῶν [212 M.] ἀγαθῶν ἀφῆκεν, οὗ μὴ γεῦμά τι τῇ αὑτοῦ ποιήσει ταύτῃ ἐντέθεικεν, ὀλιγόστιχον μὲν τὸ ποίημα ἐκτεθειμένος, ἀκροθιγῶς δὲ πάντων ἁψάμενος τῶν καλῶν, καὶ σπερματικῶς πᾶν ἐν αὐτῷ τὸ τῆς γεωγραφίας καλὸν ἐνθέμενος. Τοιοῦτος δὲ ὢν οὐκ ἐνστερνίζεται τὴν τοῦ γεωγράφου πρόσρησιν, οὐ μόνον διὰ τὴν σμικρότητα τοῦ βιβλίου, ἀλλὰ καὶ ὅτι ἔργα τινὰ καὶ ἄλλα γεωγράφου εἰσιν, ὧν οὐ πάνυ τι θιγγάνει αὐτός. Πρὸς τοίνυν τὸ καθολικώτερον τῆς κλήσεως καὶ γενικώτερον ἀνάγει ἑαυτὸν, ὅπερ ἐστὶν ἡ περιήγησις. Ἰστέον γὰρ ὅτι περίοδος γῆς καὶ περιήγησις ταὐτὸν νοοῦσι καὶ εἰς μίαν ἔννοιαν ἔρχονται. Διὸ καὶ ὁ Ἀμασεὺς γεωγράφος συχνὰ περὶ τὰς τοιαύτας λέξεις εἱλεῖται, οὐ μόνον γεωγραφίαν τὴν ἑαυτοῦ ἐπιστήμην ἀξιῶν καλεῖσθαι, ἀλλ’ οὐδὲ περιήγησιν καὶ περίοδον λέγεσθαι ἀπαξιῶν. Καὶ οὕτω μὲν περίοδος γῆς καὶ περιήγησις εἰς ἕνα κατὰ πολυωνυμίαν συνάγονται νοῦν, καί εἰσιν ὀνόματα γενικὰ, ἔχοντα ὑφ’ ἑαυτὰ τήν τε γεωγραφίαν καὶ τὴν χωρογραφίαν ἤτοι τοπογραφίαν, ὧν ἡ μὲν γεωγραφία τῆς καθόλου θεωρίας ἔχεται, καθά φασιν οἱ παλαιοὶ, ὡς ἐάν τις ὅλον τι ἀναγράψηται σῶμα, καὶ ἔστιν γεωγραφία κατ’ ἐκείνους μίμησις διαγραφῆς τοῦ κατειλημμένου ὅλου μέρους τῆς γῆς μετὰ τῶν ὡς ἐπίπαν συνημμένων αὐτῷ. Ἴδιον δέ φασιν αὐτῆς, ἐπίπαν συνημμένων αὐτῷ. Ἴδιον δέ φασιν αὐτῆς, τὸ μίαν καὶ συνεχῆ δεικνύειν τὴν ἐγνωσμένην γῆν, ὡς ἔχει φύσεώς τε καὶ θέσεως, μέχρι μόνων τῶν ἐν ὅλαις περιγραφαῖς αὐτῇ συνημμένων. Καὶ τοιαύτη μὲν ἡ γεωγραφία, ἔργον ἔχουσα περὶ τὴν τῆς γῆς ἁπάσης ὁλότητα καταγίνεσθαι ὁλοσχερέστερον, καὶ οὐ πρὸς λεπτὴν διεξόδευσιν. Ἡ μέντοι χωρογραφία περιήγησις μέν ἐστι καὶ αὐτὴ καὶ περίοδος γῆς, καθὰ καὶ ἡ γεωγραφία, πλὴν οὐχὶ τῆς ὅλης, ἀλλὰ μέρους τινὸς αὐτῆς, καὶ ὡς εἰπεῖν χώρας ἢ χωρῶν ἢ χωρίων τινῶν. Διόπερ οὐδὲ γεωγραφία λέγεται, ἤτοι τῆς γῆς ἁπάσης καταγραφὴ, ἀλλὰ χωρογραφία, τουτέστι διαγραφὴ χώρας τινός. Φασὶ δὲ οἱ παλαιοὶ περὶ τῆς χωρογραφίας, καὶ ὅτι τὸ χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους ἔχεται προσβολῆς, τουτέστι τοῖς μερικοῖς ἐπιβάλλει, ἀπεναντίας τῇ γεωγραφίᾳ. Ἡ μὲν γὰρ ὥσπερ ὁλότητι σώματος τῇ ὅλῃ γῇ ἐπιβάλλει, ἡ δὲ χωρογραφία μέρει τινὶ τῆς γῆς ἐπιχειρεῖ, ὡς εἴτις ἐξ ὅλου σώματος ἀποτεμόμενος ὠτίον μόνον ἢ ὀφθαλμὸν, διαγράφει [213 M.]αὐτό· οὕτω γὰρ ἡ μὲν γεωγραφία ὅλον τὸ τῆς γῆς ἐκτίθεται σῶμα, οὐ καταγινομένη περὶ τὰ σμικρότατα, χωρογραφία δὲ τῶν λεπτῶν γινομένη συναπογράφει καὶ τὰ βραχύτατα, οἷον λιμένας, κώμας ἁπάσας, δήμους, κρήνας, πόλιν πᾶσαν, ποταμὸν ἅπαντα, ὁδῶν ἐκτροπὰς καὶ τοιαῦτα πολλά· οὐχ ὅτι οὐ καταγίνεται περὶ τὰ τοιαῦτα καὶ ἡ τῆς γεωγραφίας τέχνη, ἀλλ’ ὅτι σπανίως καὶ οὐκ ἐξ ἀνάγκης, οἷα τέλος ἔχουσα τὸ καθόλου εἰπεῖν ἐν ὁλικαῖς περιγραφαῖς· χωρογραφία δὲ, μὴ καὶ τοῖς βραχυτάτοις ἐπεξιοῦσα, οὐκ ἂν οὐδὲ χωρογραφία λέγοιτο.

[Dionisio Periegeta, o cómo transmitir en un breve poema el conocimiento geográfico]

Τῆς τοίνυν γεωγραφίας καὶ χωρογραφίας τοιαύτας διαφορὰς ἐχουσῶν, ὁ Διονύσιος χωρογράφῳ μὲν οὐδὲν ἔχει κοινὸν, ἐγγίζει δὲ τῷ γεωγράφῳ, ὁλοσχερῶς τὰ περὶ πᾶσαν τὴν γῆν ἐκτιθέμενος, καὶ περιιὼν ἐπελευστικῶς κατά τινα περιγραφὴν ὁλικὴν, καὶ ὡς εἰπεῖν γεωγράφος ὢν συναλειπτικὸς, οὐ χώραν ἢ χώρας περιηγεῖσθαι προθέμενος, ἀλλ’ ἐν ἐπαγγελίᾳ γεωγραφίας τὸ ποιημάτιον ἐπιτόμως τὸ ἀνὰ χεῖρας ἐκθέμενος, καθάπερ ἐκ προοιμίων αὐτὸς ἀνεκρούσατο, σκοπὸν προγράψας μέγαν τῆς αὐτοῦ εὐσυνόπτου ποιήσεως, ὡς ἔπος εἰπεῖν, τὸ «γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν»· ἔπος εἰπεῖν, τὸ «γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν»· καὶ οὕτω «γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξυνώσας ἀγοστῷ», τοῦτο δὴ τὸ περὶ Τυφῶνος τεραστίως λογοποιηθέν.

Ἔστι δὲ ὁ Διονύσιος οὗτος κατὰ τὴν τῶν παλαιῶν θεωρίαν τοῖς πλάσμασι γλαφυρὸς, μεταδιώκων τὸ ἀνθηρὸν, οἷά τις γραφεὺς ἄριστος, καὶ ἀναλεγόμενος ἀντὶ μὲν συμμετρίας, φασὶ, γραφικῆς τὰ τῶν ὀνομάτων εὐσύνθετα· ἀντὶ δὲ χρωμάτων τὰς ἀνθηροτέρας τῶν λέξεων. Πυκνὸς δέ ἐστι καὶ τὴν συμπλήρωσιν καὶ τὴν ἐπανάληψιν, συχνὰ καὶ τοῖς τοιούτοις διὰ σαφήνειαν ἐναγλαϊζόμενος σχήμασι. Καὶ δριμείαις δὲ, ὡς φανήσεται, πολλαχοῦ χρῆται λέξεσι, ναὶ μὴν καὶ ἀναπτύξεσιν ἐτυμολογικαῖς. Ἔστι δὲ οὗ καὶ ἐνδιάθετα λαλεῖ, ὃ δὴ ποιεῖν δυσχερὲς ἐν περιηγήσει. [214 M.] Παρενσπείρει δέ που καὶ βασιλικὰ εὐφυῶς ἐγκώμια. Καὶ γνωμολογικῇ δὲ φιλοσοφίᾳ σπανίως μὲν, διὰ τὴν τῆς περιηγήσεως ἀνάγκην, εὑρίσκεται δ’ οὖν ὅμως χρώμενος, καὶ ὅλως διὰ πάντων ἥκει καλῶν, πρὸς μέτρον τε ᾄδων καὶ διαλέκτοις ποικιλλόμενος, καὶ μύθῳ χρῆσθαι συμμέτρως οὐ κατοκνῶν, καὶ πλασμάτων χρώμενος πιθανότητι, ὅπη τε παρείκει ἐμπλατυνόμενος καὶ ἐκφράσεσιν, ἐπιπλέκων δέ γε καὶ ἱστορίας, καὶ, ὡς προγέγραπται, χειραγωγῶν οὕτω νόμῳ γεωγραφικῷ πρὸς ἀλήθειαν, φιλοσοφῶν δὲ καὶ πρὸς μάθημα, ἐν οἷς περὶ τοῦ Κρονίου ὠκεανοῦ διαλαμβάνει, καὶ τῆς ὑμνουμένης νήσου τῆς Θούλης, καὶ τοῦ ὑπὸ τὸν καρκίνον κλίματος, καί που καὶ εἰς φύσιν προκύπτων, ὡς ὅτε τῆς τῶν Τρωγλοδυτῶν γῆς τὸ λυπρόχωρον αἰτιολογεῖ, ἤδη δέ που καὶ εἰς θεολογίαν ἀναβαίνων πρὸς αὐτῷ τῷ τέλει τοῦ βιβλίου, ὁπηνίκα τὰς τῶν περὶ γῆν διαφορὰς θεωρεῖ.

[La utilidad de la geografía]

Μούσας δὲ καλεῖ μὲν, ὡς ποιηταῖς ἔθος, οἷα δὲ φιλόσοφον σύγγραμμα μετιὼν, τάχα δὲ καὶ διὰ τὸ καινοπρεπέστερον, οὐ πρώταις αὐταῖς Ὁμηρικῶς ἐντυγχάνει, οὐδ’ εἰς αὐτὰς αὐτίκα τρέχει, ἀναρρήξας τὴν βαλβῖδα τοῦ λόγου, ἀλλ’ ὅτε πρὸς ταῖς ἀκμαῖς τῆς περιηγήσεως γίνεται, τότε δὴ αὐτὰς προσφωνεῖ. Ἐπαινετέος δὲ καὶ τῆς ἐν καταρχῇ εὐκρινείας ἐστί. Τὸν γὰρ σκοπὸν ἐξ αὐτῆς ἀρχῆς ἐκτίθεται τοῦ συγγράμματος ἐν ὀλίγοις ἔπεσι· μετ’ οὐ πολὺ δὲ καὶ τὸ χρήσιμον τῆς περιηγήσεως ἐκτίθεται, γνῶσιν αὐτὸ εἶναι λέγων τοῦ ἀκροατοῦ, καὶ διδασκαλίαν αὖθις ἐκ τοῦ μαθόντος εἰς ἄλλους οὐκ εἰδότας, καὶ τιμὴν ἥτις ἐντεῦθεν τῷ διδάσκοντι περιγίνεται. Ὅτι δὲ καὶ εἰς ἄλλα πλείω καὶ ἀναγκαιότατα χρήσιμα τὰ τῶν περιηγήσεων, δηλοῦσιν οἱ παλαιοὶ, λέγοντες ὅτι τε βιωφελὴς ἡ περιήγησις, καὶ ὅτι νοῦν συνάγει τῷ ταύτης ἐμπείρῳ, καὶ ὅτι στρατηγοῖς μάλιστα καὶ βασιλεῦσι σύμφορός ἐστι, καὶ ἄλλα τοιαῦτα. Ἱστοροῦσι δὲ καὶ ὅτι διὰ τὸ ταύτης χρήσιμον Ἡρακλῆς τε καὶ Διόνυσος ἐξετόπιζον ἑαυτοὺς, τὴν τῶν κλιμάτων γνῶσιν σπουδάζοντες. Καὶ ὅτι καὶ Ἀλέξανδρος διὰ τοῦτο ἐφιλοτιμήσατο τὸν ἠῷον ἱστορῆσαι ὠκεανόν. Καὶ Σέσωστρις δὲ, φασὶν, ὁ Αἰγύπτιος πολλὴν περιεληλυθὼς γῆν πίναξί τε δέδωκε τὴν περίοδον, καὶ τῆς τῶν πινάκων ἀναγραφῆς οὐκ Αἰγυπτίοις μόνον, ἀλλὰ καὶ Σκύθαις εἰς θαῦμα μεταδοῦναι ἠξίωσε. Καὶ Πλάτων δὲ, φασὶ, τοῦ πράγματος ἐρῶν, οὐ μόνον ἐπὶ Σικελίαν, ἀλλὰ [215 M.] καὶ ἐπ’ Αἴγυπτον ἀπεδήμησε. Σεμνύνει δὲ καὶ τὸν Ὁμηρικὸν Ὀδυσσέα οὐχ ἧττον τῶν ἄλλων τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι. Καὶ οὕτω συνάγουσιν οἱ παλαιοὶ ἐκ πολλῶν τὴν περιήγησιν φιλόσοφον εἶναί τι χρῆμα καὶ βασιλικόν.

Καὶ ταῦτα μὲν τὰ χρηστὰ τῆς περιηγήσεως. Ὁ δὲ Διονύσιος Λίβυς μὲν ἱστορεῖται τὸ γένος· συγγράψαι δὲ καὶ ἄλλα βιβλία λέγεται, Λιθιακά τε καὶ Ὀρνιθιακὰ καὶ Βασσαρικὰ, ὧν τὰ μὲν Λιθιακὰ ἐνεκρίθησαν καὶ αὐτὰ, διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα, τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνηνέχθησαν Διονύσιον, τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον, ὃν διὰ λέξεως ἀκυρολογίαν ἀπεκάλουν ὑπόκενον. Τὸ δὲ παρὸν ποίημα ἱστορικὸν καλοῦσιν οἱ παλαιοὶ, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ διαιρεῖσθαι τὴν ἱστορίαν φασίν· ἐκ μὲν τοπικοῦ, ὅτι καὶ ὁ πᾶς ἐνταῦθα τοῦ βιβλίου σκοπὸς τόπων γῆς ἐστι περιήγησις· πραγματικοῦ δὲ, ἐν οἷς ἄλλα τέ τινα ἱστορεῖ καὶ ἐθνῶν ἔθη ἐκτίθεται· χρονικοῦ δὲ, ὡς ὅτε καιροῦ μέμνηται, καθ’ ὃν αὐτὸς περιῆν, ὅτι δηλαδὴ οὐκ ἐπὶ τῶν ὑπάτων, ἀλλ’ ἐπὶ τῶν ἀνάκτων· γενεαλογικοῦ δὲ, οἷον ὅτε τοὺς Σαυρομάτας ἐξ Ἀμαζόνων εἶπε κατάγεσθαι, καὶ ἐκ δούλων [216 M.] τοὺς Ἐπιζεφυρίους Λοκρούς. Οἱ δ’ αὐτοὶ παλαιοὶ ἐπαινοῦσι καὶ τὸ προοίμιον τοῦ παρόντος βιβλίου, ὡς τὰς ἐπιβαλλούσας ἔχον ἀρετάς. Φασὶ γὰρ ὅτι ἀρεταὶ προοιμίων περιοχὴ, προσοχὴ καὶ συμπάθεια· ὧν ἡ μὲν περιοχὴ τέλος ἔχει τὸ προεκθέσθαι τὸν τοῦ ἑξῆς λόγου σκοπὸν, ἡ δὲ προσοχὴ ἐπιστρέφει τὸν ἀκροατὴν καὶ ὅλον εἶναι τοῦ λόγου ποιεῖ, ἡ δὲ συμπάθεια καὶ πρὸς ἐπιείκειαν καὶ πρὸς συγγνώμην τοῦ λέγοντος προκαλεῖται τοὺς ἀκροατάς. Καὶ Διονύσιος οὖν, φασὶ, σκοπὸν τοῦ βιβλίου ἐν προοιμίῳ εἰπὼν τὸ μέλλειν γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν, προσοχήν τε ἐποίησε, κινήσας τὸν τοῦ ἀκροατοῦ νοῦν ὡς ἐπὶ μεγάλῃ τῇ ὑποσχέσει, οὐ μὴν δὲ ἀλλὰ καὶ περιοχὴν κεφαλαιώδη τοῦ ὅλου βιβλίου τούτῳ τῷ τρόπῳ ἐξέθετο. Ἐν δὲ τῷ «ἀνδρῶν ἄκριτα φῦλα» συμπάθειαν ἐξεκαλέσατο καὶ ἐφειλκύσατο, οἷα συγγνώμης τευξόμενος, εἴπου φανείη ἀσθενὴς περὶ τὴν τῶν οὕτω πολλῶν καὶ ἀκρίτων ὑφήγησιν. Πολὺ δὲ τὸ σαφὲς ἡ παροῦσα ποίησις ἔχει, καὶ μάλιστα τὸ εὐκρινὲς, ὡς προείρηται, οὐ μόνον διὰ τῶν ἐπαναλήψεων, καθάπερ ἔφαμεν, καὶ τῶν συχνῶν συμπληρώσεων, ἀλλὰ καὶ διὰ τῶν πυκνῶν προεκθέσεων, ὅπου γε καὶ τρόπους διδασκαλίας ὁ Διονύσιος ἐν πολλοῖς ἐκτίθεται δι’ εὐκρίνειαν, προλέγων ὅτι τοιῶσδε τὸ διδασκάλιον προχειρίσεται. Πολλαχοῦ δὲ καὶ προσέχειν προκαλεῖται τὸν ἀκροατὴν, ὡς ἂν μὴ ἐξυπτιάζων αὐτὸς νομίζοι περιηγεῖσθαι τοῦτον ἀδιευκρίνητα. Πολὺ δὲ καὶ τὸ κάλλος ἔχει τὸ συγγραμμάτιον τοῦτο, καὶ ὅλως οὐδενὸς ἀμοιρεῖ τῶν πολλῶν ποιητικῶν καλῶν τὸ μικρὸν τῆς ποιήσεως τοῦτο σωμάτιον. Εἰ δέ τινας ἔχει καὶ κῆρας βραχυτάτας, καθά που σῶμα καλὸν δοθιῆνάς τινας οὐ προφανεῖς τοῖς πολλοῖς ἢ λειχῆνας παρεμπεφυκότας οὐκ ἐν καιρίῳ, ἀφ’ ὧν ἥκιστα τὸ πολὺ τοῦ κάλλους ἀχρειοῦται, σκεπτέσθωσαν οἱ περίεργοι καὶ οὐ πάνυ φιλόκαλοι. Ἡμεῖς γὰρ οὐ μυῖαι τοῖς ἕλκεσιν ἐφιζάνουσαι, μέλισσαι δὲ τοῦ τῶν Μουσῶν λειμῶνος τὸ κάλλιστον ἀπανθίζουσαι.


1 Müller, K., ed. Geographi Graeci minores. 2 vols. Paris: A. Firmin Didot, 1855-1861: vol. 2, pp. 201-216.